Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.80.1 | Hdt. 3.80.6 (English) | >>Hdt. 3.82.1 |
3.80.4 δύο δʼ ἔχων ταῦτα ἔχει πᾶσαν κακότητα · τὰ μὲν γὰρ ὕβρι κεκορημένος ἔρδει πολλὰ καὶ ἀτάσθαλα , τὰ δὲ φθόνῳ . καίτοι ἄνδρα γε τύραννον ἄφθονον ἔδει εἶναι , ἔχοντά γε πάντα τὰ ἀγαθά . τὸ δὲ ὑπεναντίον τούτου ἐς τοὺς πολιήτας πέφυκε · φθονέει γὰρ τοῖσι ἀρίστοισι περιεοῦσί τε καὶ ζώουσι , χαίρει δὲ τοῖσι κακίστοισι τῶν ἀστῶν , διαβολὰς δὲ ἄριστος ἐνδέκεσθαι .
3.80.5 ἀναρμοστότατον δὲ πάντων · ἤν τε γὰρ αὐτὸν μετρίως θωμάζῃς , ἄχθεται ὅτι οὐ κάρτα θεραπεύεται , ἤν τε θεραπεύῃ τις κάρτα , ἄχθεται ἅτε θωπί . τὰ δὲ δὴ μέγιστα ἔρχομαι ἐρέων · νόμαιά τε κινέει πάτρια καὶ βιᾶται γυναῖκας κτείνει τε ἀκρίτους .
3.80.6 πλῆθος δὲ ἄρχον πρῶτα μὲν οὔνομα πάντων κάλλιστον ἔχει , ἰσονομίην , δεύτερα δὲ τούτων τῶν ὁ μούναρχος ποιέει οὐδέν · πάλῳ μὲν ἀρχὰς ἄρχει , ὑπεύθυνον δὲ ἀρχὴν ἔχει , βουλεύματα δὲ πάντα ἐς τὸ κοινὸν ἀναφέρει . τίθεμαι ὦν γνώμην μετέντας ἡμέας μουναρχίην τὸ πλῆθος ἀέξειν · ἐν γὰρ τῷ πολλῷ ἔνι τὰ πάντα .”
ch. 81
3.81.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.80.1 | Hdt. 3.80.6 (English) | >>Hdt. 3.82.1 |